Ancient Greek · ~1 min
Play Her, lines Fragment tit-2
Epigenes Comic., Fragmenta Fragment tit-3-2
Not analysed yet
ΗΡΩΙΝΗ.
Ἀλλ' οὐδὲ κεραμεύουσι νῦν τοὺς κανθάρους
ὦ τάλαν, ἐκείνους τοὺς ἁδρούς, ταπεινὰ δὲ
καὶ γλαφυρὰ πάντες, ὡσπερεὶ τὰ ποτήρια
αὔτ' οὐ τὸν οἶνον πιόμενοι.
Τὴν Θηρίκλειον δεῦρο καὶ τὰ Ῥοδιακὰ
κόμισον λαβὼν τοὺς παῖδας. εἰσοίσεις μόνος
ψυκτῆρα, κύαθον, κυμβία, ῥυτὰ τέτταρα,
ἡδυποτίδας τρεῖς, ἠθμὸν ἀργυροῦν.