Ancient Greek · ~2 min
Fragment 11
Epimenides, Fragmenta 11
Not analysed yet
11. —def. orac. 1 p. 409 E ἀετούς τινας ἢ κύκνους . . . μυθολογοῦσιν ἀπὸ τῶν ἄκρων τῆς γῆς ἐπὶ τὸ μέσον φερομένους εἰς ταὐτὸ συμπεσεῖν Πυθοῖ περὶ τὸν καλούμενον ὀμφαλόν· ὕστερον δὲ χρόνωι τὸν Φαίστιον Ἐπιμενίδην ἐλέγχοντα τὸν μῦθον ἐπὶ τοῦ θεοῦ καὶ λαβόντα χρησμὸν ἀσαφῆ καὶ ἀμφίβολον εἰπεῖν· οὔτε γὰρ ἦν γαίης μέσος ὀμφαλὸς οὔτε θαλάσσης· εἰ δέ τις ἔστι, θεοῖς δῆλος, θνητοῖσι δ’ ἄφαντος.