Ancient Greek · ~2 min
Fragment 2
Epimenides, Fragmenta 2
Not analysed yet
2. [5 Kern de Orph. cet. theog. p. 64] AEL. n. anim. XII 7 καὶ μέντοι καὶ τὸν Νεμεαῖον λέοντα τῆς σελήνης ἐκπεσεῖν φασι. λέγει γοῦν καὶ τὰ Ἐπιμενίδου ἔπη· καὶ γὰρ ἐγὼ γένος εἰμὶ Σελήνης ἠυκόμοιο, ἣ δεινὸν φρίξασ’ ἀπεσείσατο θῆρα λέοντα· ἐν Νεμέαι δ’ ἄγχουσ’ αὐτὸν διὰ πότνιαν Ἥραν 〈θείη ἴς ἐδάμασσε βίης Ἡρακληείης〉. [S. 46 A 77]. HERODOROS b. Tatian. 28 πῶς οὐκ ἠλίθιον πιθέσθαι τοῖς Ἡροδώρου βιβλίοις περὶ τοῦ καθ’ Ἡρακλέα λόγου, γῆν ἄνω κηρύττουσιν [n. τὴν σελήνην] κατεληλυθέναι τε ἀπ’ αὐτῆς λέοντα τὸν ὑφ’ Ἡρακλέους φονευθέντα; Vgl. 66 A 13ᵃ.