Ancient Greek
517.6
Epimenides, Testimonia 517.6
Unproofread scanNot analysed yet
λέγουσι δὲ τινες ὅτι Κρῆτες αὐτῷ θύουσι ὡς θεῷ· φασὶ γὰρ καὶ <(προ)γνωστικώτατον γεγονέναι. ἰδόντα γοῦν τὴν Μουνυχίαν παρ’ Ἀθηναίοις ἀγνοεῖν φάναι αὐτούς, ὅσων κακῶν αἴτιον ἔσται τοῦτο τὸ χωρίον αὐτοῖς· ἐπεὶ κἂν τοῖς ὁδοῦσιν αὐτὸ διαφορήσαι [fr. 12]. ταῦτα ἔλεγε τοσοῦτοις πρότερον χρόνοις. λέγεται δὲ ὡς καὶ πρῶτος [1. πρῶτον] αὐτὸν Ἀλαχὸν λέγοι (καὶ Λακεδαιμονίοις προεῖποι τὴν ὑπ’ Ἀρχάδων ἄλωσιν) προσποιηθῆναι τε πολλάκις ἀναβιωξέναι. Θεόπομπος δ’ ἐν τοῖς Θαυμασίοις, κατασκευάζοντος αὐτοῦ τὸ τῶν Νυμφῶν ἱερὸν ἁγνὴν φωνὴν ἐξ οὐρανοῦ· Ἐπιμενίδη, μὴ Νυμφῶν, ἀλλὰ Διός’. Κρῆσι τε προειπεῖν τὴν Λακεδαιμονίων ἦταν ὑπὸ Ἀρκάδων, καθὰ προείρηται· καὶ δὴ καὶ ἐλήφθησαν πρὸς Ὀρχομενῶι. γηράσαι τε ἐν τοσαύταις ἡμέραις αὐτὸν ὅσαπερ ἔτη κατεκοιμήθη· καὶ γὰρ τοῦτο φησι Θεόπομπος. Μυρσινανδὸς δὲ ἐν Ὁμοίοις φησὶν ὅτι Κούρητα αὐτὸν ἐκάλουν Κρῆτες· καὶ τὸ σῶμα αὐτοῦ φυλάττουσι Λακεδαιμόνιοι παρ’ ἑαυτοῖς κατὰ τι λόγιον, ὡς φησι Σωσίβιος ὁ Λάκων.