Ancient Greek · ~2 min
Play Hypo
Epinicus Comic., Fragmenta 1
Not analysed yet
Καὶ τῶν ῥυτῶν τὰ μέγιστα τῶν ὄντων τρία
πίνειν δεήσει τήμερον πρὸς κλεψύδραν
κρουνιζόμενον. ἀμφότερα δ' οἰωνίζομαι·
ἔστι δ' ἐλέφας. Β. ἐλέφαντα περιάγει; Α. ῥυτόν
χωροῦν δύο χόας· οὐδ' ἂν ἐλέφας ἐκπίοι.
ἐγὼ δὲ τοῦτο γ' ἐκπέπωκα πολλάκις.
Β. οὐδὲν ἐλέφαντος γὰρ διαφέρεις οὐδὲ σύ.
Α. ἕτερον τριήρης· τοῦτ' ἴσως χωρεῖ χόα. ****
Β. ὁ Βελλεροφόντης ἔστιν ἀπὸ τοῦ Πηγάσου
τὴν πύρπνοον χίμαιραν εἰσηκοντικώς.
Α. εἶεν. δέχου καὶ τοῦτο.