Ancient Greek · ~2 min
Play Mne, lines Fragment tit-1
Epinicus Comic., Fragmenta Fragment tit-1
Not analysed yet
ΜΝΗΣΙΠΤΟΛΕΜΟΣ.
Ἐπ' ἀλφίτου πίνοντα τοῦ θέρους ποτέ
ἰδὼν Σέλευκον ἡδέως τὸν βασιλέα
ἔγραψα, καὶ παρέδειξα τοῖς πολλοῖς ὅτι
κἂν τὸ τυχὸν ᾖ πραγμάτιον ἢ σφόδρ' εὐτελές,
σεμνὸν δύναται τοῦθ' ἡ δύναμις ἡ 'μὴ ποιεῖν.
„γέροντα Θάσιον τόν τε γῆς ἀπ' Ἀτθίδος
ἑσμὸν μελίσσης τῆς ἀκραχόλου γλυκύν,
συγκυρκανήσας ἐν σκύφῳ χυτῆς λίθου,
Δήμητρος ἀκτῇ πᾶν γεφυρώσας ὑγρόν
κατῃσίμωκα πῶμα, καύματος λύσιν. “