Ancient Greek · ~1 min
Haeresis 1
Epiphanius, Anacephalaeosis [Sp.] 1
Not analysed yet
<αݲ. >Πρώτη Βαρβαρισμός, ἥτις καθ’ ἑαυτήν ἐστι, διαρκέσασα ἀφ᾿ ἡμερῶν τοῦ Ἀδὰμ ἐπὶ δέκα γενεαῖς ἕως τοῦ Νῶε. Βαρβαρισμὸς δὲ κέκληται ἀπὸ τοῦ μὴ τοὺς τότε ἀνθρώπους ἀρχηγόν τινα ἔχειν ἢ μίαν συμφωνίαν, ἀλλ᾿ ὅτι πᾶς τις ἐαυτῷ ἐστοίχει καὶ νόμος ἐαυτῷ κατὰ τὴν προτίμησιν τοῦ ἰδίου βουλήματος ἐγίνετο.