Ancient Greek · ~2 min
Haeresis 24
Epiphanius, Anacephalaeosis [Sp.] 24
Not analysed yet
Βασιλειδιανοί, τῆς αὐτῆς αἰσχρουργίας τελεσταί, ἀπὸ Βασιλείδου τοῦ ἅμα Αατορνίλῳ τοῖς Σιμωνιανοῖς καὶ Μενανδριανοῖς με- μαθητευμένου, τὰ ὅμοια μὲν φρονοῦντος, κατὰ τι δὲ διαφερομένου. λέγει δὲ τριακοσίους ἐξήκοντα πέντε οὐρανοὺς εἰναι καὶ τούτοις ὀνόματα ἀγγελικὰ ἐκτίθησιν. διὸ καὶ τὸν ἐνιαυτὸν τοσούτων ἡμερῶν εἶναι, καὶ τὸ Ἀβρασὰξ ὄνομα τῆς αὐτῆς ψήφου εἶναι καὶ εἶναι τξε. καὶ εἶναι τοῦτο τὸ ἅγιον ὄνομά φησιν.