Ancient Greek · ~3 min
Haeresis 27
Epiphanius, Anacephalaeosis [Sp.] 27
Not analysed yet
κݲςݲ Καρποκρατιανοί, ἀπὸ Καρποκράτους τινὸς τῶν ἐν τῇ Ἀσίᾳ, ὃς ἐδίδασκε πᾶσαν αἰσχρουργίαν ἐκτελεῖν καὶ πᾶν ἐπιτήδευμα ἀμαρτίας. καὶ εἰ μή τις διὰ πάντων, φησί, παρέλθοι καὶ τὸ θέλημα πάντων δαιμόνων καὶ ἀγγέλων ἐκτελέσῃ, οὐ δύναται ὑπερβῆναι εἰς τὸν ἀνώτατον οὐρανὸν οὐδὲ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας παρελθεῖν. ἔλεγε δὲ τὸν Ἰησοῦν ψυχὴν νοερὰν εἰληφέναι, εἰδότα δὲ τὰ ἄνω ἐνταῦθα καταγγέλλειν, καὶ ὡς εἴ τις πράξειεν ὅμοια τῷ Ἰησοῦ, κατ’ αὐτὸν εἶναι. τὸν δὲ νόμον σὺν τῇ τῶν νεκρῶν ἀναστάσει ἀπαγορεύει, ὡς αἱ ἁπὸ Σίμωνος καὶ δεῦρο αἱρέσεις. τούτου γέγονεν ἡ ἐν Ῥώμῃ Μαρκελλίνα. εἰκόνας δὲ ποιήσας ἐν κρυφῇ Ἰησοῦ καὶ Παύλου καὶ Ὁμήρου καὶ Πυραγόρου ταύταις ἐθυμία καὶ κροσεκύνει.