Ancient Greek · ~2 min
Haeresis 31
Epiphanius, Anacephalaeosis [Sp.] 31
Not analysed yet
λݲαݲ. Οὐαλεντῖνοι, οἳ σαρκὸς μὲν ἀπαγορεύουσιν ἀνάστασιν, παλαιὰν δὲ ἀθετοῦσι διαθήκην καὶ προφήτας ἀναγινώσκοντες μὲν καὶ ὅσα εἰς ὁμοίωσιν δύναται τροπολογεῖσθαι τῆς αὐτῶν αἱρέσεως δεχόμενοι, ἑτέρας δὲ τινας μυθολογίας παρεισφέροντες, τριάκοντα αἰώνων ὁνομασίας λέγοντες ἀρρενοθηλείων, ὁμοῦ τε ἐκ τοῦ πατρὸς τῶν ὅλωνκ γεγεννημένων, οὓς καὶ θεοὺς ὴγοῦνται καὶ αἰῶνας. τὸν δὲ Χριστὸν ἀπ’ οὐρανοῦ σῶμα ἐνηνοχέναι καὶ ὡς διὰ σωλῆνος τὴν Μαρίαν διαπεπερακεναι.