Ancient Greek · ~1 min
Haeresis 34
Epiphanius, Anacephalaeosis [Sp.] 34
Not analysed yet
λݲδݲ. Μαρκώσιοι. Μάρκος τις γεγένηται Κλορβάσου συμφοιτητής, δύο ἀρχὰς καὶ αὐτὸς παρεισάγων. ἀθετεῖ δὲ νεκρῶν ἀνάστασιν, φαντασίας δέ τινας δέ ἐκπομάτων ἐξ ἐπαοιδῆς εἰς κυάνεον χρῶμα καὶ πορφύρεον †μεταβαλὼν μυσταγωγεῖ τὰς ἀπατωμένας γυναῖκας. καὶ αὐτὸς δὲ τῶν εἰκοσιτεσσάρων στοιχείων βούλεται τὰ πάντα †ἡγεῖσθαι ὁμοίως Οὐαλεντίνῳ.