Ancient Greek · ~1 min
Haeresis 36
Epiphanius, Anacephalaeosis [Sp.] 36
Not analysed yet
λݲςݲ. Ἡρακλεωνῖται καὶ αὐτοὶ τῇ τῶν ὀγδοάδων φέρονται μυθολογίᾳ, ἑτέρως δὲ παρὰ τὸν Μόρκον καὶ Πτολεμαῖον καὶ Οὐαλεντῖνον καὶ τοὺς ἄλλους. ἀλλὰ καὶ πρὸς τῇ τελευτῇ τοὺς παρ᾿ αὐτοῖς τελευτῶντας ὁμοίως τῷ Μάρκῳ λυτροῦνται δι᾿ ἐλαίου, ὀποβαλσάμου καὶ ὕδατος, ἐπικλήσεις τινὰς Ἑβραϊκαῖς λέξεσιν ἐπιλέγοντες ἐπὶ τῇ κεφαλῇ τοῦ δῆθεν λυτρουμένου.