Ancient Greek
Haeresis 41
Epiphanius, Anacephalaeosis [Sp.] 41
Not analysed yet
μݲαݲ. Κερδωνιανοί, οἱ ἀπὸ Κέρδωνος(tov) <τοῦ> ἀπὸ Ἡρακλέωνος διαδεξαμένου τὴν μετοχὴν τῆς πλάνης, προσθέντος δὲ τῇ ἀπάτῃ· ὃς ἀπὸ τῆς Συρίας εἰς Ῥώμην μεταναστὰς τὸ κήρυγμα αὐτοῦ ἐξέθετο ἐν χρόνοις Ὑγίνου ἐπισκόπου. δύο δὲ ἀρχὰς κηρύττει οὗτος ἐναν- τίας ἀλλήλαις, μὴ εἶναι δὲ τὸν Χριστὸν γεννητόν· ὁμοίως τε νεκρῶν ἀνάστασιν ἀθετεῖ καὶ τὴν παλαιὰν διαθήκην.