Ancient Greek · ~1 min
Haeresis 46
Epiphanius, Anacephalaeosis [Sp.] 46.1
Not analysed yet
μݲςݲ. Τατιανοί. οὑτος συνήκμασεν Ἰουστίνῳ τῷ μάρτυρι τῷ ἁγίῳ, τῷ καὶ φιλοσόφῳ. μετὰ δὲ τὴν τοῦ μάρτυρος καὶ φιλοσόφου Ἰουστίνου τελευτὴν προσεφθάρη τοῖς τοῦ Μαρκίωνος δόγμασιν μαθητευθεὶς τῷ αὐτῶ, τά τε ἴσα αὐτῶ ἐδογμάτισεν καὶ ἕτερα προσθεὶς παρ’ ἐκεῖνον. ἐλέγετο δὲ ἀπὸ Μεσοποταμίας ὁρμᾶσθαι. Ταῦτα τὰ κεφάλαια τοῦ πρώτου βιβλίου τῶν τριῶν τόμων τοῦ κατὰ τεσσαράκοντα ἓξ αἱρέσεων.