Ancient Greek
Haeresis 45
Epiphanius, Anacephalaeosis [Sp.] 45
Not analysed yet
μݲεݲ. Σευηριανοί. Σευῆρος πόλιν τις τῷ Ἀπελλῇ συνεπόμενος |τὸν μὲν οἶνον ἀποβάλλεται καὶ τὴν ἄμπελον, ἔκ τε τοῦ δρακοντοειδοῦς Σατανᾶ καὶ γῆς μυθολογῶν πεφυκέναι, συνελθόντων ἀλλήλοις. τήν τε γυναῖκα παραιτεῖται, φάσκων ἀριστερᾶς δυνάμεως αὐτὴν ὑπάρχειν. ὀνομασίας τέ τινας ἀρχόντων καὶ βίβλους |τινὰς ἀποκρύφους παρειςάγει. 3 D217 τὰ ὅμοια δὲ ταῖς ἄλλαις τὴν σαρκὸς ἀνάστασιν ἀθετεῖ καὶ παλαιὰν διαθήκην.