Ancient Greek · ~1 min
Haeresis 58
Epiphanius, Anacephalaeosis [Sp.] 58
Not analysed yet
νݲηݲ. Οὐαλήσιοι. οὗτοι, καθὼς ὑπειλήφαμεν, [οἱ] τὴν Βάκαθον κατοικοῦντες, μητροκωμίαν Ἀραβίας τῆς Φιλαδελφίας, οἱ τοὺς παρατυγχάνοντας |καὶ ἐπιξενουμένους παρ’ αὐτοῖς εὐνουχίζοντες· οἱ πλείους δὲ καὶ αὐτῶν εὐνοῦχοι ὑπάρχουσιν ἀποτετμημένοι. τινὰ δὲ ἕτερα διδάσκουσιν αἱρέσεως ἔμπλε, ἀφανίζοντες <τὰ> τοῦ νόμου καὶ τῶν προφητῶν καί τινας ἑτρας αἰσχρουργίας παρεισφέροντες.