Ancient Greek · ~5 min
Chapter pr_0
Epiphanius, Ancoratus 0.0
Not analysed yet
Ὁ θεῖος οὗτος καὶ μέγας πατὴρ ἡμῶν Ἐπιφάνιος ἀπὸ Ἐλευθεροπόλεως μὲν ὡρμᾶτο τῆς ἐν Παλαιστίνῃ, ἔνθα καὶ πατὴρ γέγονε μοναστῶν· τὴν δ[ε πρώτην ἄσκησιν *εἰς Αἴγυπτον ἀναχωρήσας, καὶ διατελέσας *ἕως έπανόδου ἐν τῷ εἰκοστῷ ἔτει τῆς ἡλικίας αὐτοῦ εἰς τὴν Ἐλευθεροπολιτῶν περιοικίδα αὖθις ἐπανῆλθεν, οἱκοδομήσας ἐν αὐτῇ μοναστήριον. ἀγκυρωτὸς δὲ κέκληται ὁ λόγος λόγος ὅτι ἀγκύρας δίκην τὸν περὶ τῆς ζωῆς καὶ σωτηρίας ἐρευνῶντα νοῦν ἄγει, διὰ τὸ περισυλληπτικὸν τῆς ἐν αὐτῷ συντάξεως περὶ πολλῶν τῆς πίστεως μερῶν, φημὶ δὴ τοῦ περὶ τῆς πατρὸς καὶ υἱοῦ καὶ ἀγίου πνεύματος ὁμοουσιότητος, τοῦ περὶ τελείας τῆς Χριστοῦ ἐνσάρκου παρουσίας, τοῦ περὶ ἀναστάσεως νεκρῶν καὶ ζωῆς αἰωνίου καὶ κρίσεως σαρκός τε καὶ ψυχῆς ἐπὶ τὸ αὐτὸ καὶ τοῦ κατὰ εἰδώλων τε καὶ αἱρέσεων ἐν μέρει καὶ Ἰουδαίων καὶ τῶν ἄλλων. περιέχει δὲ καὶ τῶν ὀγδοήκοντα αἱρέσεων τὰ ὀνόματα καὶ τῶν ἐν τῇ θείᾳ γραφῇ ἄλλων ζητημάτων τὴν σαφήνειαν. ἐγράφη δὲ τοῖς ἐν Σουέδροις τῆς Παμφυλίας, αἰτήσασι δι’ ἐπιστολῶν τῶν ἐν τούτῳ προτε- ταγμένων τῆς τοῦ λόγου πραγματείας. ἐΠράχθη δὲ ταῦτα ἐν ἔτει ἐνενηκοστῷ μὲν ἀπὸ Οὐαλεντινιανοῦ Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος δὲ δεκάτῳ, δεκάτῳ, δὲ ἕκτῳ.