Ancient Greek · ~5 min
1.Section arg to 1.3
Epiphanius, Ancoratus 1.Section arg-3
Not analysed yet
Ἐπιστολὴ γραφεῖσα ἀπὸ Παμφυλίας ἐκ πόλεως Σουέσρων ὑπὸ τῶν περὶ Ταρσῖνον καὶ Ματίδιον καὶ ἄλλους πρεσβυτέρους πρὸς Ἐ[οφἀνιον ἐπίσκοπον Κύπρου πόλεως κωνσταντίας περὶ πί- στεως αἰτησάντων πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καὶ ἄλλων μερῶν τῆς αὐτῆς πίστεως. τῷ κυρίῳ θεοτιμήτῳ ἐπισκόκῳ Ἐπιφανῳ Ματίδιος καὶ Ταρσῖνος καὶ Νέων καὶ Νουμεριανός, πρεσβύτεροι τῆς ἐν Σουέδροις καθολικῆς ἐκκλησίαιν, ἐν κυρίῳ θεῶ χαίρειν. Ποικίλως ὁ ἐχθρὸς τῷν ἀνθρώπων διάβολος εἰωθε ταράτειν καὶ τὰ ἴδια ἐπισπείρειν σπέρματα κατὰ τῶν ἁπλουστέρων καὶ μηδέπω εἰς τὴν πίστιν τῆς ἁγίας τριάδος τελειωθέντων καὶ βεβαιωθέντων. · ὁ μέντοι σωρεὸς θεμέλιος« κατὰ τὸ γεγραμμένον »ἕστηκεν ἔχων τὴν σφραγῖδα ταὐτην· ἔγνω γὰρ κύριος τοὺς ὄντα αὐτοῦ. «οἱ Τε πάντα εὐχερεῖς αἱρετικοὶ παρέντες τὴν κατὰ τοῦ Ἰησοῦ βλασφημίαν ἑτέρως εἰς τὸν θεὸν ἀσεβοῦσι, κατὰ τοῦ ἁγίου πνεύματος τὴν ἰδίαν »γλῶσσαν μεγαλύνοντες« καὶ »ἀδικίαν εἰς τὸ ὕψος λαλοῦντες«. ἀλλ’ ὅμως καίπερ μυρίων κινηθέντων αὐτοὶ χάριτι κυρίου εἰς τὴν ὑγιῆ ἑστήκαμεν πίστιν, ἐν μηδενὶ ὅλως παρακινηθέντες τῆς ὀρθῆς καὶ ὁγιοῦς διδασκαλίας. καὶ πολλοὶ τῶν δοκούντων ἀπατᾶσθαι ἐπανερρώσθησαν Χάριτι κυρίου, διὰ τε γραμμάτων τοῦ μνήμης ἀξίου καὶ μακαρίου ἐπισκόπου Ἀθανασίου καὶ τοῦ θεοσεβεστάτου συλλειτυουργοῦ σου Προκλιανοῦ.