Ancient Greek · ~2 min
Chapter 107
Epiphanius, Ancoratus 107.1
Not analysed yet
107. Ταῦτα οὖν πάντα ὅταν ⟨ἐν⟩ μέσῃ τῇ ἐκκλησίᾳ ἀκριβοῦτε, κακὸν †ὺπόδειγμα θανασίμης οδοῦ *τοὺς *οὕτω προαχθέντας ὑπολύετε, ἄλλους δὲ ἀπὸ μοιχείας εἰς σωφροσύνην φέρετε καὶ μὴ μόνον τοῦ κλεψιγαμεῖν αὐτοὺς ἀπαλλάττετε, ἀλλὰ καὶ τῆς ἰδίας ⟨γαμετῆς⟩ κατὰ ἐγκράτειαν *καταφρονεῖν, ὡς ἔτι »ό καιρὸς συνεσταλμένος ἐστίν«, ὥς φησιν ὁ ἱερὸς ἀπόστολος, πόρνους δὲ κατηχειτε, ἵνα μὴ τὴν ἀθέμιτον πρᾶξιν παρὰ θεῷ τε καὶ ἀνθρώποις ἐργασάμενοι τιμωρηθῶσιν.