Ancient Greek · ~3 min
106.8 to 106.9
Epiphanius, Ancoratus 106.8-9
Not analysed yet
ἔτι δὲ βασιλεῖς καὶ τύραννοι ἀπηνέστατοι, ἐπιποθήτους τινὰς ἐσχηκότες καὶ τούτους ἐν τῇ κατορύξαντες, πλέον τι μὴ ἔχοντες τούτοις χαρίσασθαι οἶα δὴ καὶ αὐτοὶ φθαρτοὶ κατ΄ αὐτοὺς ὄντες), εἰς τὴν ἐκείνων εὔνοιαν τοὺς τάφους αὐτῶν ἐπὶ πλάνῃ τοῦ βίου τοῖς ἰδίοις ὑπηκόοις ἐπὶ κακῇ προφάσει ὡς θεῶν θρῃσκεύεσθαι παραδεδώκασιν, ὡς ό Αντίνους ὁ ἐν Ἀντινόου κεκηδευμένος, καὶ ἐν λουσορίω πλοίῳ κείμενος ὑπὸ Ἀδριανοῦ οὕτως κατετάγη. Τιμογένης δὲ ἐν Ασίᾳ, Κάνωβός τε ὁ Μενελάου κυβερνήτης καὶ ἡ τούτου γυνὴ Ἐνμενουθὶς ἐν Ἀλεξανδρείᾳ τεθαμμένοι τιμῶνται πρὸς τῇ ὄχθῃ τῆς θαλάσσης, ἀπὸ δεκαδύο σημείων διεστῶτες, καὶ Μαρνᾶς δοῦλος Ἀστερίου τοῦ Κρητὸς παρὰ Γαζαίοις, Βάσιος δὲ ό ναύκληρος παρὰ ΙΙηλουσιώταις.