Ancient Greek · ~6 min
Chapter 108
Epiphanius, Ancoratus 108
Not analysed yet
108. Εἴπαι δὲ ὅτι καλὸς ὁ θεὸς τοῦ νόμου, ὅς τὸν Αδὰμ ἀγνοῶν ποῦ ἐστιν ἠρώτα λέγων »΄Αδὰμ ποῦ εἶ; «καὶ τῷ Κάϊν λέγει χοῦ Ἄβελ ὁ ἀδελφός σου; «καὶ πρὸς τὸν Αβραάμ »ποῦ Σάρρα ἡ γυνή σου; ‘καὶ ἄλλα πολλὰ τοιαῦτα. αὐτοὶ δὲ οἱ τοιαῦτα λέγοντες πιστεύουσι τῷ σωτῆρι θεῷ στόματι καὶ οὐκ ἀληθείᾳ, θεῷ ὄντι καὶ πρόγνωσιν ἔχοντι, τὰ δὲ αὐτὰ τῇ παλαιῷ ὁμοίως ἐπερωτῶντι ποῦ τεθείκατε τὸν Λάζαρον; καί τίς μου ἥψατο; «καὶ ὅτι »ἔχετε ἔρτους μεθ’ ἑαυτῶν; καί τίνα θέλετε; «ἤ τίνα ζητεῖτε; ‘. εὐχερὴς λοιπὸν καὶ ῥᾀδιος ό πρὸς τούτους ἔλεγχος. ὡς γὰρ ἐπερωτᾷ ὁ υἱὸς πρόγνωσιν ἔχων, οὕτως καὶ ὁ πατὴρ καὶ αὐτὸς καὶ] ἐν τῷ νόμῳ ἐπερωτᾷ, ὁ αύτὸς ὥν ἀεὶ καὶ μὴ μεταλλασσόμενος. ἐὰν γὰρ εἴπῃ ποῦ »τεθείκατε τὸν Λάζαρον; *οὔτε τὸ εὐαγγέλιον ἀγνοεῖ οὔτε τὴν παλαιὰν διαθήκην. ποῦ τεθείκατε« γάρ »αὐτόν; «λέγει, ἐξελέγξαι θέλων τὰς μηδὲ τὴν ἴσην πίστιν ἐξενηνοχυίας πρὸς τὴν Σουμανιτιν, καίτοι γε ἐκείνης πρὸς ἄνθρωπον ἐχούσης, τουτέστιν Ελισσαῖον τὸν ἅγιον προφήτην, τῶν δὲ περὶ Μάρθαν ἐχουσῶν πρὸς τὸν θεόν. καὶ ἐὰν εἴπῃ τίς μου ἥψατα; «οὐκ ἀγνοῶν λέγει, ἀλλ᾿ ἵνα πείσῃ τὴν γυναῖκα ἀφ᾿ ἑαυτῆς ὁμολογῆσαι, ἵνα μὴ περὶ ἑαυτοῦ μαρτυρῇ ό υἱὸς τοῦ θεοῦ, ἀλλ᾿ ὑπὸ ἄλλων δοξάζηται. καὶ ὅταν εἴπῃ »ἔχετε ἄρτους μεθ’ ἑαυτῶν; «ἐπὶ τούτῳ λέγει, ἴνα τὸ βραχὺ τῶν ἄρτων πᾶσι σημανθῇ καὶ τὸ μέγεθος τῆς αὐτοῦ θαυματουργίας θαυμασθῇ, διὰ τοσούτων ἄρτων τοσούτου τραφέντος ὄχλου. καὶ ὅταν εἴπῃ τίνα ζητεῖτε; «τοὺς ζητοῦντας δείκνυσιν ἠπατημένους ὄντας καὶ »'Ιησοῦν ζητοῦντας«, τὸν ἰατρὸν ἑρμηνευόμενον καὶ σωτῆρα, ἕν ὅταν ἀποκτείνωσιν αὐτόν, τῆς τούτου σωτηρίας λήξωσιν.