Ancient Greek · ~3 min
15.7 to 15.9
Epiphanius, Ancoratus 15.7-9
Not analysed yet
ὄτταν γὰρ εἴπῃ ὅτι ποιήσωμεν τὸν ἄνθρωπον« ἐν ἀρχῇ γὰρ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν«), σημαίνει πατρὸς φωνὴν συγκαλοῦσαν εἰς δημιουργίαν καὶ τὸ ποιήσωμεν λέγων οὐ μόνον εἴποιμι ἂν περὶ τοῦ υἱοῦ ⟨σημαίνει, ἀλλὰ⟩ καὶ ⟨περὶ τοῦ⟩ ἁγίου πνεύματος. οὕτω γὰρ λέγει »τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν‘. συνδημιουργεῖ τοίνυν ὁ Λόγος τῷ πατρί, συνδημιουργεῖ καὶ τὸ ἅγιον πνεῦμα. ὁ τοίνυν ποιήσας τὸν ἄνθρωπον παντοκράτωρ θεὸς οὐκ οἶδε τὰ τοῦ ἀνθρώπου, ἐρευνῶν ταμιεῖα κοιλίας‘; ἀλλὰ τὸ πλεῖστον τῆς τοῦ θεοῦ γνώσεως ὁ λόγος ἐπιφέρει τοῦτο λέγων, ἴνα μή τις τῶν ἐν ἡμῖν ἁμαρτανόωτων νομίσῃ τι ἀπὸ θεοῦ κεκρύφθαι. αὐτὸς γὰρ οἶδε τὸν ἄν- θρωπον καὶ τὰ τοῦ ἀνθρώπου.