Ancient Greek · ~5 min
16.1 to 16.5
Epiphanius, Ancoratus 16.1-5
Not analysed yet
16. Ἐρευνᾷ τοίνυν ὁ πατὴρ ταμιεῖα κοιλίας καὶ οἶδεν, ἐρευνᾷ τὸ πνεῦμα τὰ βάθη τοῦ θεοῦ καὶ οἶδεν. ἀποκαλύπτει γὰρ ἁγίοις τὰ τοῦ θεοῦ μυστήρια καὶ διδάσκει βαθέως τὸν θεὸν δοξάζειν καὶ τὴν τούτου ἀκαταληψίαν τοῖς αὐτοῦ ὑποδεικνύει. ἄρα γοῦν οὐκ ἀλλότρίον τοῦ θεοῦ τὸ πνεῦμα. οὐ γὰρ εἶπε περὶ ἀγγέλων ἐρευνᾶν βάθη θεοῦ οὐδὲ περὶ ἀρχαγγέλων. »οὐδεὶς γὰρ οἶδε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν‘. φησὶν ὁ υἱὸς τοῦ θεοῦ οὔτε οἱ ἄγγελοι τοῦ οὐρανοῦ οὔτε ὁ υἱός. εἰ μὴ ὁ πατήρ«. νομίζουσι δὲ οἱ ἀνόητοι, οἱ μὴ κεκοσμημένοι πνεύματι ἁγίῳ, μὴ ἔστι τι ἐν τῷ πατρί, ὅπερ οὐκ ἔστιν ἐν τῇ θεό- τητι τοῦ υἱοῦ. *»ὡς γὰρ ἔχει ὁ πατὴρ ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔχει ὁ υἱὸς ςωὴν ἐν ἑαυτῷ« καί πάντα τὰ τοῦ πατρός μου ἐμά ἐστι« φησὶν ὁ αὐτὸς τοῦ θεοῦ ἅγιος Λόγος. τίνα δέ ἐστι τὰ τοῦ πατρὸς ἀλλ’ ἢ ’τὸ θεὸς τοῦ πατρός ἐστι, τοῦτο καὶ τοῦ υἱοῦ· ἠ ζωὴ τοῦ πατρός ἐστι, τοῦτο καὶ τοῦ υἱοῦ· τὸ φῶς τοῦ πατρός, δηλονότι καὶ τοῦ υἱοῦ· τὸ ἀθάνατον τοῦ πατρός, ὡσαύτως καὶ τοῦ υἱοῦ· τὸ ἀκα- τάληπτον τοῦ πατρὸς καὶ τοῦ υἱοῦ. πάντα τὰ τοῦ πατρὸς τοῦ υἱοῦ έστιν. εἰ τοίνυν τὰ τοῦ πατρὸς αὐτοῦ ἐστι, καὶ ἡ ἐν τῷ πατρὶ γνῶσις καὶ ἐν τῷ υἱῷ καὶ ἐν τῷ ἁγίῳ πνεύματι ὑπάρχει.