Ancient Greek · ~2 min
Chapter pr_2
Epiphanius, Ancoratus 2.2
Not analysed yet
ἐπειδὰν δὲ ἐναντίον καὶ σφοδὸς ἐμπέσῃ πνεῦμα, τὰς τρικυμίας εἰς ὕψος ἐπαῖρον πάντοθεν καὶ περικλύζον τὴν ναῦν, τότε δὴ τὸν εὔδιον ἐπιποθοῦντες λιμένα καὶ πᾶμα τὴν ὑποκειμένην ἤπειρον περισκοποῦντες, μηδαμοῦ δὲ ἐνορμίσασθαι δυνηθέντες, λοιπὸν ἐπὶ τὴν πλησίον κειμένην ἄν οὕτω τὐχῃ νῆσον ἀπαίρουσι, ,παντὶ τρόπῳ τὴν σωτηρίαν ἑαυτοῖς ποριζόμενοι· ταύτῇ τε πλησιάσαντας καὶ ὑπὸ τὴν σκέπην τῶν προβεβλημένων ὑιιπεισελθόντες ἀκρωτηρίων μόλις ποτὲ τῶν περιαντλούντων κακῶν ἀπαλλαγῆναι δεδύνηνται.