Ancient Greek · ~2 min
2.Section arg to 2.1
Epiphanius, Ancoratus 2.Section arg-1
Not analysed yet
Ἐπιστολὴ γραφεῖσα παρὰ Παλλαδίου τῆς αὐτῆς πόλεως Σουέσρων πολιτευομένου καὶ ἀποσταλεῖσα πρὸς τὸν αὐτὸν Ἐπιφάνιον ἐπίσκοπον Καλλαντίας τῆς Κυπρίων νήσου, αἰτήσαντος καὶ αὐτοῦ περὶ τῶν αὐτῶν. τῷ δεσπότῃ μου τῆς ψυχῆς θεοτιμήτῳ ἐπισκόπῳ Ἐπιφανίῳ Παλλάδιος πολιτευόμενος ⟨ἐν⟨ Σουέδροις ἐν κυρίῳ θεῷ χαίρειν. Οἱ τὴν μεγάλην καὶ ευρύχωρον διαπλέοντες θάλασσαν, ἕως με) γαληνὸν πνεῦμα τὴν ναῦν εὐθύνῃ, μικρὰ τῶν παρακειμένων ταῖς ὄχθαις λιμνῶν φροντίζουσιν, οἰόμενοι ἀβοητὶ περαιῶσαι τὸ σκάφος·