Ancient Greek · ~2 min
20.9 to 20.10
Epiphanius, Ancoratus 20.9-10
Not analysed yet
ἄρα ποίαν εἴδησιν λέγει; τὴν δι’ ὁράσεως ἢ τὴν διὰ πράξεως; καί »ἔγνω κύριος τοὺς οντας αὐτοῦ«· ἀρα οὐν τοὺς οὐκ όντας ἀγνοεῖ; καί »ἀπόστητε ἀπ’ ἐμοῦ. ἐργάται τῆς ἀνομίας· οὐδέποτε γὰρ ἔγνων ὑμᾶς«· ἆρα ἔστιν ἄγνοια ἐν τῷ υἱῷ τοῦ θεοῦ; καὶ πόλιν »ὑμᾶς ἔγνων ἐκ πάντων τῶν ἐθνῶν«. ἆρα οὖν τὰ ἔθνη τὰ λοιπὰ ἀγνοεῖ; μὴ γένοιτο. ἀλλ’ οἶδε γνῶσιν ἡ θεία γραφή, ἄλλην μὲν κατὰ εἴδησιν. ἄλλην δὲ κατὰ πρᾶξιν.