Ancient Greek · ~2 min
Chapter 21
Epiphanius, Ancoratus 21.1
Not analysed yet
21. Ἐπεὶ οὖν τοῦ πατρὸς ὁ μονογενὴς πληρῶν τὸ θέλημα *,ἀπέ- δειξεν ἤδη τὰ πάντα τετελειωμένα, *ἔγνω γὰρ ὁ πατὴρ τὴν ὥραν καὶ τὴν ἡμέραν, ἔγνω αὐτὴν καὶ κατὰ γνῶσιν καὶ κατὰ πρᾶξιν· οἶδε γὰρ αὐτὸς πάντα καὶ ἐν τῷ εἰπεῖν τὸν υἱόν ὁ πατὴρ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ υἱῷ‘ καὶ μὴ κρίνων διὰ μὲν τοῦ δεδωκέναι τῷ υἱῷ αὐτὸς κρίνει· οὐ γὰρ ἠλλοτρίωται ὁ θεὸς ἀπὸ τοῦ κρίνειν τοὺς κρινομένους καὶ ἐν τῷ μὴ κρίνειν τὸν πατέρα ἤδη κέκρικεν.