Ancient Greek · ~3 min
21.2 to 21.4
Epiphanius, Ancoratus 21.2-4
Not analysed yet
ὁ δὲ υἱὸς οἶδε πότε ἔρχεται· αὐτὸς γὰρ αὐτὴν φέρει τὴν ἡμέραν καὶ αὐτὸς ὁρίζει καὶ ἄλει καὶ τελεῖ. λέγει γάρ »ὡς κλέπτης ἐν νυκτὶ ἔρχεται ἡ ἡμέρα ἐκείνη« καί φησιν οὐκ ἴστε ἐν νυκτί, ἴνα ἡ ἡμέρα ἐν σκότει ὑμᾶς καταλάβῃ«. εἰ οὐν οἱ δοῦλοι τοῦ Χριστοῦ ἡμέρας εἰσὶ τέκνα, ἀρα αὐτὸς ὁ υἱὸς ⟨ὁ⟩ φέρων τὴν ἡμἐραν ἀγνοεῖ. ἴνα καταλάβῃ ἡ ἡμέρα καὶ οὐχὶ αὐτὸς μᾶλλον τὴν ἡμέραν φέρῃ; τίς ταῦτα διανοούμενος οὐ βλασφημήσει, τὰ μὴ πρέποντα περὶ πατρὸς καὶ υἱοῦ λογιζόμενος; καὶ ὁ πατὴρ μὲν οἶδε τὴν ἡμέραν καὶ τὴν ὥραν κατὰ δύο τρόπους, κατὰ εἴδησιν καὶ κατὰ πρᾶξιν. οἶδε γὰρ πότε ἔρχεται καὶ πάλιν ἤδη κέκρικεν ὁρίσας κρίνειν τὸν τὸν καὶ ἔγνω κατὰ πρᾶξιν.