Ancient Greek · ~2 min
23.5 to 23.6
Epiphanius, Ancoratus 23.5-6
Not analysed yet
βουλόμενοι δὲ τὴν τοιαύτην αἴνεσιν προσφέρειν καὶ ἐασαντες τὴν ἑαυτῶν σμικρότητα ταπεινοφρόνων φέρονται (»πᾶς γὰρ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται«· μετὰ ⟨γάρ⟩ τοῦ χαρίσματος τῆς αὐτῶν σωτηρίας λαμβάνουσι ταύτην τὴν δωρεὰν τῆν ταπεινοφροσύνης) καὶ βούλονται τὸν αἶνον θεῷ προσφέρειν καὶ μὴ ἐκκακεῖν. καὶ ἑαυτοὺς δοκιμάσαντες πρὸς τὴν τοῦ θεοῦ ἄρρητον δοξολογίαν ἀξιοῦσι συμπαραλαβεῖν μεθ’ ἑαυτῶν τὴν κτίσιν εἰς δοξολογίαν καὶ ἄρχονται λέγειν συμπεριειληφότες πᾶσαν τὴν ποίησιν.