Ancient Greek · ~3 min
24.1 to 24.4
Epiphanius, Ancoratus 24.1-4
Not analysed yet
24. Διελόντες δὲ τὰ ποιήματα ἀπὸ τοῦ ποιήσαντος καὶ τὰ κτιστὰ ἀπὸ τοῦ κτίσαντός φασιν »εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον«. πάντα εἶπον καὶ οὐδὲν κατέλιπον. ἵνα δὲ τὸ πνεῦμα τὸ ἄλγιον χαρακτηρίσῃ τὴν τελείαν γνῶσιν εἰς τὸ εἰδέναι, ποῖον τὸ θεῖον ποῖα δὲ τὰ ὑπὸ τοῦ θεοῦ γενόμενα, ἕνα μὴ συμμείξωμεν τῷ ἀιδίῳ τὰ ἐξ οὐχ ὄντων γενόμενα. ἵνα μὴ ἀπολέσωμεν ἑαυτῶν τὴν διάνοιαν, ἀριθμῷ μὲν τὰ πάντα συνήγαγεν. ἀπεκάλυπτε γὰρ αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον ὡς καταξιωθῶσιν ἄμα ἀγγέλοις εἶναι γενομένοις ἀγγελων, τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐν τῇ γῇ καὶ τὰ ὑποκάτω τῆς γῆς καὶ λοιπὸν οὐκ ἠγνόουν. καί φασιν οἱ αὐτοὶ αὐτοὶ ἅγιοι ὡς προείπον· εῖπον· »εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον« καὶ ἄρχονται ἀριθμεῖν τε καὶ διαιρεῖν ποῖα τὰ ἔργα ποῖα τὰ ποιήσαντα, ποῖα τὰ ἐργαζόμενα ποῖα δὲ τὰ ἐργασθέντα·