Ancient Greek · ~2 min
Chapter 25
Epiphanius, Ancoratus 25.2
Not analysed yet
εὐθὺς δὲ οἱ λόγοι ἐλέγχουσι τῶν κακοδόξων τὴν ἀπιστίαν. φησὶ γάρ καὶ ἠν τὸ πρόσωπον τοῦ τετάρτου ὡς πρόσωπον υἱοῦ θεοῦ«. ἰδοὺ ὄνομα υἱοῦ θεοῦ· ἄρα οὐκ ἔστιν ἄγνοια περὶ τούτου *καὶ πρὸ τοῦ χρόνου τοῦ τῆς καμίνου, ὅτι ἐπλήσθη Δανιὴλ πνεύματος ἁγίου καὶ εἶπε καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος αὐτῆς, καὶ ἐπέστρεψαν εἰς τὸ κριτήριον‘ καὶ ἔκρινε τοὺς πρεσβυτέρους πνεύματι ἁγίῳ ἐμφορούμενος.