Ancient Greek
25.3 to 25.4
Epiphanius, Ancoratus 25.3-4
Not analysed yet
ἄρα οὖν ᾔδεισαν τὸν υἱὸν καὶ ᾔδεισαν τὸν πατέρα καὶ τὸ πνεῦμα τὸ ἅγιον καὶ οὐκ ἀγνοίας χάριν οὐκ εἷπον τὰ ὀνόματα, ἀλλ’ ἀσφαλείας ἕνεκα. »εὐλογεῖτε, γάρ ⟨φησιν⟩, πάντα τὰ ἔργα κυρίου τὸν κύριον« καὶ οὐκ εἰπον, υἱὸς τοῦ θεοῦ τὸν κύριον οὐδ’ ἐπευλόγει ἅγιον πνεῦμα τὸν κὑριο, ἀλλ’ »εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον. . καὶ μή τις τῶν προφάσεις ἑαυτοῖς θηρωμένων εἴπῃ· ὅτι οὐκ εἶπον Χερουβὶμ ἢ Σεραπίων· λοιπὸν οὐδὲ ταῦτά ἐστιν ἔργα τοῦ θεοῦ. προέλαβε γὰρ ὁ θεῖος λόγος ἀσφαλίσασθαι τὰ πάντα ⟩τῶν τὰς μηχανὰς ἑαυτοῖς ἐπινοούντων, προγινώσκων τὴν εἰς αὐτοὺς καὶ] τοὺς παῖδας λύμην.