Ancient Greek · ~2 min
28.1 to 28.2
Epiphanius, Ancoratus 28.1-2
Not analysed yet
28. Βλέπεις τοίνυν ὅτι σφάλλει αὐτοὺς ἡ τῆς ἐνσάρκου παρουσίας οἰκονομία. ἀναλάβωσι γὰρ ἐξ ὑπαρχῆς καὶ ἐρωτήσωσι χρόνους ἢ καιρούς· αἱ γὰρ διέξοδοι αὐτοῦ‘ φησίν »ἀφ’ ἡμερῶν αἰῶνος«. ἴδωμεν τοίνυν τὰ πρὸ τούτων. φησὶν ὁ πατήρ »ποιήσωμεν ἄνθρωπον κατ εἰκόνα ἡμετέραν καὶ καθ’ ὀμοίωσιν«, καὶ οὐκ εἶπε, ποιήσω ἄνθρωπον κατ’ εἰκόνα ἐμήν. ἐλέγχθητι ὁ ἔχων πεπωρωμένην τὴν καρδίαν κατὰ τὸ γεγραμμένον »ἀλλ’ ἐπωρώθη ἡ λαρδία αὐτῶν‘ καὶ μάθε τὸν υἱὸν ὄντα ἀεὶ πρὸς τὸν πατέρα· τὸ τὰρ djielv ποιήσωμεν οὐχ ἑνός ἐστι σημαντικόν, ἀλλὰ πατρὸς λέγοντος πρὸς τὸν υἱόν.