Ancient Greek
Chapter 28
Epiphanius, Ancoratus 28.3
Not analysed yet
ἐλέγχθητι καὶ ὁ λέγων τὸν υἱὸν ἀνόμοιον τῷ πατρί· ἐν τῷ τὰρ εἰπεῖν αὐτὸν κατ' εἰκόνα ἡμετέραν οὐ διέκρινεν ὁμοίωσιν υἱοῦ ἀπὸ πατρὸς οὐδὲ διεῖλέ τι τῆς ταυτότητος τοῦ πατρὸς πρὸς τὸν υἱόν. οὐ γὰρ εἶπε κατ' εἰκόνα ἐμὴν ἢ κατ' εἰκόνα σήν, άλλὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος πνεύματος μίαν οὐσίαν ἐδήλωσε καὶ θεότητα. φησὶ γάρ »κατ' εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν‘ ,ὡς εἶναι μὲν μίαν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος τὴν θεότητα, ἄνθρωπον δὲ γεγονέναι κατ' εἰκόνα τῆς μιᾶς θεότητος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος.