Ancient Greek · ~3 min
28.4 to 28.6
Epiphanius, Ancoratus 28.4-6
Not analysed yet
ἐλέγχθητι καὶ σύ, Ἄρειε, καὶ ἄκουε τὸν πατέρα λέγοντα τῷ υἱῷ ποιήσωμεν‘ συνδημιουργὸν καλοῦντα τὸν υἱόν. πολλάκις γὰρ ἀκήκοά τινας λέγοντας, ὅτι ὁ υἱὸς ἐποίησεν οὐδέν, ἀλλὰ »δι' αὐτοῦ ἐγένετο« τὰ γενόμενα. εἰ δι' αὐτοῦ δὲ γέγονε, καὶ αὐτὸς ἐποίησεν, ὡς σαφῶς ἀποδέδεικται. ὁ γὰρ ἀρχιτέχνης Λόγος πάντων ἐστὶ ποιητὴς καὶ δι' αὐτοῦ πατὴρ ἐργάζεται. ἀκουέτωσαν γὰρ αὐτοῦ σαφῶς λέγοντος »ὁ πατήρ μου ἐργάζεται ἕως ἄρτι, κἀγὼ ἐργάζομαι«· καὶ ⟩ὡδε τὸν πατέρα ἑαυτοῦ συνδημιουργὸν καλεῖ ἐν τῷ λέγειν τοῦτο. ἀλλὰ πάλιν μή σε ἀπατάτω ἡ διάνοια καὶ προσέλθῃς τῷ υἱῷ ὡς δούλῳ καὶ μὴ ὡς ἀληθινῷ δεσπότῃ. εἰ γὰρ δοῦλος ἦν καὶ οὐκ ἀληθινὸς δεσπόντης, πῶς μορφὴν δούλου ἀνέλαβεν ἐλθὼν ὁ ἐν μορφῇ θεοῦ ὑπάρχων: πῶς δὲ ἐκένου ἑαυτόν, εἰ μὴ εἶχε τὸ τέλειον; ὡς θεῷ οὐν τελείῳ πρόσελθε τῷ υἱῶ καὶ ⟨ὡς⟩ υἱῷ ὄντι παρὰ πατρός.