Ancient Greek · ~2 min
Chapter 3
Epiphanius, Ancoratus 3.6
Not analysed yet
καὶ τίς ἐστιν ὁ ἄλλος ἀλλ’ ὁ φωνήσας ἐξ οὐρανοῦ οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησά «; ὁ δὲ αὐτὸς ὁ λέγων »ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐδέν ἐστιν« πάλιν λέγει »κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστι« καὶ πάλιν αὐτὰ τὰ ἔργα μαρτυρεῖ περὶ ἐμοῦ ἃ δέδωκέ μοι ὁ πατήρ‘ καὶ πάλιν Μωυσῆς ἔγραφε περὶ ἐμοῦ« καί »μωυσῆς μαρτυρεῖ περὶ ἐμοῦ‘.