Ancient Greek · ~2 min
3.7 to 3.8
Epiphanius, Ancoratus 3.7-8
Not analysed yet
τὸ πρῶτον μέν »ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐδέν ἐστιν«, ἐπειδὴ πολλοὶ ἑαυτοὺς δοξάζουσιν καὶ μαρτυροῦσι περὶ ἑαυτῶν ,ἴνα ἐκκόψῃ τῶν καυχωμένων τὴν καύχησιν καὶ τῶν ἑαυτοὺς συνιστώντων. ἐπὰν δὲ εἴπῃ »κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστι«, δείκνυσιν ὅτι οὐχ ἀνθρώπου αὐτοῦ ἠ μαρτυρία, ἀλλὰ θεός έστιν ἀληθεύων ⟨ἐν⟩ τῇ αὐτοῦ ἀληθινὸς τοίνυν θεὸς ὁ πατήρ, ἀληθινὸς θεὸς ὁ υἱός, ἀληθινὸν τὸ πνεῦμα τὸ ἅγιον, »πνεῦμα θεοῦ« ὂν καὶ πνεῦμα ἀληθείας«, τριὰς ἐν ἐνὶ ὀνόματι ἀριθμουμένη.