Ancient Greek · ~3 min
34.2 to 34.4
Epiphanius, Ancoratus 34.2-4
Not analysed yet
ἔχει γάρ που καὶ ἄλλην μαρτυρίαν οὕτω λέγουσαν »ἐν νεκροῖς ἐλεύθερος«· τὸ ἐλεύθερος τοῦ μὴ κυριεύειν αὐτοῦ τὸν Ἅιδην σημανητικόν, τῇ δὲ ἰδίᾳ θελήσει ἔως Ἅιδου καταβεβηκέωαι σὺν τῇ ψυχῇ. φησὶ δὲ ὁ Πέτρος καθότι οὐκ ἠν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ' αὐτοῦ«, τουτέστιν ὑπὸ τοῦ Ἄιδου. καὶ αὐτὸς δὲ ὁ σωτήρ φησιν »ἐξουσίαν ἔχω λαβεῖν τὴν ψυχήν μου θεῖναι θεῖναι αὐτήν‘ καί »ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων« καί ἡ ψυχή μου τετάρακται« φησί »καὶ τί εἴπω; ὡς ἐπ' ἀμφιβόλῳ λέγων τί εἴπω; «)πάτερ, σῶσόν με ἀπὸ τῆς ὤρας ταύτης· ἀλλὰ διὰ τοῦτο ἠλθον εἰς τὴν ὥραν ταύτην‘, ἴνα δείξῃ ὅτι ἑκοῦσα ἡ αὐτοῦ θεότης εἰς τοῦτο ἐλήλυθε· τὸ δὲ »τετάρακται«, ἵνα τὸ εἶδος τῆς ἀληθείας τῆς ἐνσάρκου αὐτοῦ παρουσίας μὴ χθῇ.