Ancient Greek · ~2 min
Chapter 34
Epiphanius, Ancoratus 34.5
Not analysed yet
οὐ γὰρ δοκήσει ἦν ἡ ἔνσαρκος παρουσία, ἀλλὰ δίκην βασιλέως μεγάλου πόλεμον ἔχοντος πρὸς ὑποδεέδστερον καὶ γινώσκοντος ὅτι ὁ ἐχθρὸς αὐτοῦ, εἴπερ ἴδῃ αὐτὸν ἐν δυνάμει ἐρχόμενον καὶ ἐσχύϊ πολλῇ, παραιτήσεται καὶ τραπήσεται πρὸς φυγὴν καὶ πολλὰς χώρας τῶν ὑποχειρίων ἀφανίσειν, καὶ διὰ τοῦτο σχηματιζομένου τῇ ἰδίᾳ σοφίᾳ προφάσεις καὶ νῶτα διδόντος καὶ ἀποδιδράσκοντος, ἕως ὁ ἐχθρὸς λαβὼν θάρσος κατεπιθῆται ὡς δειλοῦ καὶ ἀδυνάτου τοῦ βασιλέως καὶ διώξῃ αὐτόν ,ὁ δὲ βασιλεὺς στραφεὶς ἀιφνιδίως μετὰ τῆς αὐτοῦ δυνάμεως ὅλον ὑποχείριον δέξηται τὸν ἀσθενῆ καὶ ὐπεναντίον, οὕτως ὁ κύριος ἡμῶν οὐκ ἐφοβήθη τὸν θάνατον,