Ancient Greek · ~2 min
37.6 to 37.7
Epiphanius, Ancoratus 37.6-7
Not analysed yet
μὴ ἀγνοῶν τὴν ὑπερβολὴν τῆς αὐτοῦ φιλανθρώπου οἰκονομίας, θαυμάζων δὲ τὴν τοσαύτην ἐν αὐτῷ γεγενημένην πραότητος πραγματείαν, τὴν τὸν διάβολον ἡττήσασαν, τὴν τὸ κέντρον τοῦ θανάτου συντρίψασαν, τὴν τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας θριαμβεύσασαν ,τὴν τὴν ἁμαρτίαν θραύσασαν. καὶ διὰ τὴν ὑπερβολὴν τῆς θαυμασιότητος ἐν τῇ δοξολογίᾳ ὁ ἄγγελος ἔλεγε προσκυνῶν· σή ἐστιν ἡ ἰσχύς, δέσποτα· σὺ γὰρ ἴσχυσας κατὰ θανάτου καὶ κατὰ Ἅιδου καὶ κατὰ διαβόλου, συντρῖψαι τὸ κέντρον αὐτοῦ καὶ ἐκβαλεῖν ἀπὸ τῆς ἀνθρωπότητος.