Ancient Greek · ~2 min
Chapter 38
Epiphanius, Ancoratus 38.1
Not analysed yet
38. Ἐὰν δὲ πάλιν εἴπῃ ποῦ τεθείκατε Λάζαρον; «ἀνθρωποπαθῶς ⟨λέγων⟩ καὶ περὶ τῆς αἱμορροούσης »τίς μου ἤψατο; «ἤ ζητεῖτε; ‘ἤ τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; «ἤ »τὸ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο« ἤ »προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ‘ ἤ »πρὸ τοῦ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα«, οὐχ ὁρᾷς ἀπ' αὐτῆς τῆς ὑποθέσεως τὸ ὑπερβάλλον τῆς γνώσεως, ὅτι ἐκ σαρκὸς καὶ ἀνθρωπότητος τὰ διηγήματα;