Ancient Greek
38.2 to 38.8
Epiphanius, Ancoratus 38.2-8
Not analysed yet
ὅσα γὰρ ἐν τῇ παλαιᾷ διαθήκῃ ἀπὸ προσώπου τοῦ θεοῦ καὶ πατρὸς ὑπο- κατερχόμενά εἰσιν εἰς πειθὼ τῶν ἀνθρώπων, ἀγνωσίας ἐχόμενα, οὐκ οντα δὲ ἀγνωστα τῷ θεῷ, ταῦτα ἐλθὼν ὁ Λόγος πεπλήρωκεν, ἴνα πληρώσῃ τὸ εἰρημένον ὁ πατήρ μου ἴως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι«. ποῦ τεθείκατε τὸν Λάζαρον; «ἠρώτα ἐγγὺς τοῦ τόπου γενόμενος· πρὸ δὲ τοῦ ἐλθεῖν εἰς τὸν τόπον ὑπὸ μηδενὸς ἀκούσας ἔλεγε τοῖς μαθηταῖς αὐτοῦ »Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται«. ὁ τοίνυν ἀπὸ τοσούτων τῆς ὀδοιπορίας διεστὼς τοῦ τόπου γνοὺς ὅτι τέθνηκε Λάζαρος, παρὼν ἐν τῷ τόπῳ ἠγνόει; οὔκουν, ἄλλ' ἤθελε δεῖξαι ὅτι ταῦτα πάντα ἐποίει, ἐπεὶ οὔπω οὐδεὶς τελείως αὐτὼ ἐπίστευεν, ἵνα ἐνδείξηται τῆς αὐτοῦ πρὸς ἡμᾶς φειδοῦς τὴν πολλὴν φιλανθρωπίαν. ἔδει γὰρ ἐκείνας μὴ εἰπεῖν »τεταρταῖός ἐστιν, ἤδη ὄζει« μηδὲ ἀπελθεῖν καὶ δεῖξαι, ἀλλ᾿ εἰπεῖν πάντα οὖδας καὶ ἐὰν θέλῃς, ζήσεται. διόπερ καὶ ἐδάκρυσεν ἐπὶ τῇ τῶν ἀνθρώπων πωρώσει. οὐκ ἀγνοῶν τοίνυν ἠρώτα, ἀλλ᾿ ἐλέγχει πειράζων καὶ φιλανθρωπεύεται. καί »τίς μου ἥψατο; «φησίν, οὐχ ὅτι οὐκ ᾔδει τίς αὐτοῦ ἤψατο ἀλλ᾿ ἵνα μὴ εἴπῃ δι᾿ ἑαυτοῦ τὸ γενόμενον θαῦμα, ἀλλ᾿ ὅπως ἐπείνη ἀκούσασα προσελθοῦσα εἴπῃ τὴν εἰς αὐτὴν γενομένην χάριν καὶ ὁμολογήσασα ἀκούσῃ· »ἡ πίστις σου σέσωκέ σε«, ὅπως προτρέψηται καὶ ἄλλους πιστεύειν, ἵνα ἰαθῶσι. »τίνα με« φησί »λέγουσιν εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; «ὡς καὶ ἐν τῇ παλαιᾷ ἀπὸ προσώπου τοῦ πατρὸς λέγει »Ἀδάμ, ποῦ εἶ; «ᾔδει δὲ αὐτὸν ποῦ ἐστιν· διὸ καὶ ἐλέγχει αὐτὸν μετέπειτα λέγων »ἐκ τοῦ ξύλου ἔφγες«. καὶ τῷ Κάϊν »ποῦ Ἄβελ ὁ ἀδελφός σου; «καὶ οὐκ ἀγνοῶν ἠρώτα. λέγει γὰρ »ἐπικατάρατος σὺ ἐπὶ τῆς γῆς, ἣ ἔχανε δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου. ἰδοὺ γὰρ τὸ αἷμα αὐτοῦ βοᾷ πρός με«. οὐκ ἠγνόει τοίνυ ὁ λέγων ὅτι τὸ αἷμα βοᾷ, ἀλλ᾿ ὅπως δῷ αὐτῷ πόπον μετανοίας εἰς ἀπολογίαν, διὰ τοῦτο ἠρώτα.