Ancient Greek
Chapter 4
Epiphanius, Ancoratus 4.4
Not analysed yet
καὶ ὥσπερ οὐ τολμητέον ἐπὶ τῷ πατρὶ λέγειν ὅτι οὐκ ἔστι φῶς ἀληθινόν, καίτοι γε μὴ προσκειμένου τοῦ ἀληθινόν, ἀλλ’ ἀφ’ ἑαυτῶν διὰ τὸ εὐσεβῶς νοεῖν οἴδαμεν, κἄν τε μὴ ᾖ γεγραμμένον, ὅτι ἔστι φῶς ἀληθινόν, καὶ οὐκ ἀμφιβάλλομεν, ἵνα μὴ ἀπολώμεθα, οὕτω καὶ ἐπὶ τοῦ υἱοῦ γέγραπται ὅτι θεὸς ὁ υἱός καὶ κἂν οὐ πρόσκειται τὸ θεὸς ἀληθινός, μανίαν ἑαυτοῖς ἐπισωρεύομεν, εἰ τολμή- σομεν βλασφημῆσαι καὶ μὴ εἰπεῖν τὸν υἱὸν θεὸν ἀληθινὸν κἄν τε μὴ ᾐ ἡ λέξις προσκειμένη.