Ancient Greek · ~2 min
4.1 to 4.3
Epiphanius, Ancoratus 4.1-3
Not analysed yet
4. Καὶ ὅρα μοι τὴν τῶν γραφῶν ἀκρίβειαν. ἔστι μὲν γὰρ ὁ πατὴρ φῶς, καὶ οὐ πρόσκειται τῷ περὶ πατρὸς φῶς ἀληθινόν· ἐπὶ δὲ τῷ περὶ υἱοῦ εἶπε φῶς ἀληθινὸν καὶ οὐδεὶς τολμᾷ ἄλλως λέγειν. τίς γὰρ μεμηνὼς ἢ μᾶλλον φρενοβλάβειαν ἑαυτῷ συνάγων τολμήσει βλασφημίας ὑπόνοιαν ἑαυτῷ κτήσασθαι, μὴ εὑρὼν ἐπὶ τῷ ῥητῶ προσκείμενον τὸ ἀληθινὸν καὶ εἰπών περὶ τοῦ πατρὸς ὅτι οὐκ ἔστιν φῶς ἀληθινόν; εἰ γὰρ ὁ ἐξ αὐτοῦ γεγεννημένος γνήσιος υἱὸς φῶς ἐστιν ἀληθινόν, ὁ τοῦ υἱοῦ γεννήτωρ ἀναμφιβόλως φῶς ἐστιν ἀληθινόν, αὐτὸς ὁ] γεννήσας αὐτὸν ἀνάρχως καὶ ἀχρόνως φῶς ἀληθινόν.