Ancient Greek · ~2 min
40.1 to 40.2
Epiphanius, Ancoratus 40.1-2
Not analysed yet
40. Καὶ μὴ θαυμάσῃς ἐὰν εἴπῃ ὅτι »δι' ἐμοῦ εἰσέρχονται πρὸς τὸν πατέρα« καὶ ἠλλοιωμένον τῆς τοῦ πατρὸς οὐσίας ὑπολάβῃς. αὐτὸς γὰρ πάλιν διδάσκει »οὐδεὶς ἔρχεται πρός με, ἐὰν μὴ ὁ πατὴρ αὐτὸν ἑλκύσῃ«. ὡς γοῦν ὁ πατὴρ πέμπει πρὸς τὸν υἱόν, καὶ ὁ υἱὸς εἰσφέρει πρὸς τὸν πατέρα, ἵνα δείξῃ μίαν καὶ τὴν αὐτὴν εἶναι θεότητα. τὸ δὲ προέκοπτεν »προέκοπτεν καὶ σοφίᾳ‘, εἰ σοφία ἐστὶ τοῦ θεοῦ, οὐκ ἐνδέεται σοφίας. ἀλλ’ ἐπειδὴ ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβώ, οὐ τὸ πλήρωμα *ἠλαττώθη· *ἀλλ’ ἴνα δείξῃ ἀπ’ οὐρανοῦ μετακενβωθέτα εἰς ἀνθρωπότητα τουτέστιν εἰς ἐργαστήριον Μαρίας.