Ancient Greek · ~3 min
Chapter 40
Epiphanius, Ancoratus 40.3
Not analysed yet
»μύρον γὰρ ἐκκενωθὲν ὄνομά σοι«, φησίν· οὐκ εἶπεν ἐκχυθέν, ἀλλ' ἐκκενωθὲν ἀπ' οὐρανοῦ εἰς γῆν, ἵνα ἀπὸ τῆς εἰς Μαρίαν ⟩. καὶ ἀπὸ Μαρίας σὰρξ γενόμενος κυίσκεται, εἰς Βηθλεὲμ γεννᾶται, ἀπὸ Βηθλεὲμ εἰς Ναζαρὲτ μεταβαίνει, ἀπὸ Ναζαρὲτ εἰς Καπερναούμ, ἀπὸ Καπερναοὺμ εἰς Ἱερουσαλὴμ καὶ θάλασσαν ἐν τῷ βαδίζειν αὐτὸν ἐπὶ τῶν ὑδάτων καὶ τὰ μέρη Τύρου καὶ Ναΐν καὶ τὴν Ἰουδαίαν καὶ Ἱεριχὼ καὶ εἰς Βηθφαγὴ καὶ Βηθανίαν, εἰς Ἱερουσαλήμ τε τὸν ναὸν καὶ τὸ ὄρος τῶν ἐλαιῶν καὶ Γεθσημανῆ, εἰς οἶκον Καϊάφα εἰς τὸ πραιτώριον καὶ πρὸς Ἡρῴδην, εἰς τόπον Γολγοθᾶ εἰς τὸ μνῆμα καὶ ἕως τοῦ Ἅιδου, εἰς γῆν μετὰ τὴν ἀνάστασιν καὶ εἰς οὐρανούς.