Ancient Greek · ~2 min
Chapter 41
Epiphanius, Ancoratus 41.7
Not analysed yet
Ἵνα δὲ καὶ παραδείγματι περισσοτέρῳ χρήσωμαι· ἐρωτήσειέ τις βασιλέα περὶ τοῦ ἰδίου υἱοῦ καὶ λέξει αὐτῷ τολμήσας· τίς οὗτός ἐστιν; 5 ἀκούσας δὲ παρὰ τοῦ πατρὸς δικαίαν ὁμολογίαν· υἱός μού ἐστι, πάλιν ἔροιτο· υἱός σου κατὰ φύσιν; καὶ ναί τοῦ βασιλέως εἰπόντος αὖθις ἐπάξει ὁ ἐρωτῶν· τί οὐν αὐτὸν ἐποίησας; πάντως ἂν ἐρεῖ· βασιλέα αὐτὸν ἐποίησα. ἀρα τὴν ἀξίαν εἰπὼν τὴν γηνσιότητα ἠρνήσατο;