Ancient Greek · ~6 min
41.1 to 41.6
Epiphanius, Ancoratus 41.1-6
Not analysed yet
41. Ἑτέρας δὲ πάλιν θηρῶνται *ματαίας ὑπολήψεις Παραπλέκοντες τοῖς θείοις λόγοις καὶ ἐναντίως διανοοῦνται καί φασιν· πῶς οὐν γέγραπται Λέξασθε τὸν ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν πιστὸν ὅντα τῷ ποιήσαντι αὐτόν‘ καί »γνωστὸν ὑμῖν ἔστω πᾶς οἶκος Ἰσραήλ, ὅτι τοῦτον τὸν Ἰησοῦν, ὅν ὑμεῖς ἐσταυρώσατε, κύριον καὶ Χριστὸν αὐτὸν ὁ θεὸς ἐποίησε«. καὶ θαῦμά μοι μέγα ἐπέρχεται πῶς οἱ τῶν ἀκολουθιῶν ἐφαπτόμενοι τὴν ἐν αὐταῖς φραζομένην δύναμιν ἀγνοοῦσι. τὸ γὰρ εἰπεῖν »δέξασθε τὸν ἀρχιερέα πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν« οὐ περὶ τῆς θεότητος εἴρηται. ὁ θεὸς γὰρ ἦλθε *καὶ εἰς πάντα ἡμῖν σαφηνίζουσιν αἱ θεῖαι γραφαί. οὐδὲν γὰρ ἐν αὐταῖς ἐστὶ σκολιὸν ἢ στραγγαλιῶδες, πάντα δὲ ἐνώπια τοῖς συνιοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. »λάβετε« γάρ φησι Μίαν καὶ μὴ ἀργύριον«· ἐὰν γὰρ μή τις λάβῃ παιδείαν παρὰ θεοῦ τουτέστι τὴν πίστιν τῆς ἀληθείας, σκολιὰ αὐτῷ πάντα καὶ διεστραμμένα, τοῖς δὲ συνιοῦσιν ὀρθῶς καὶ εὑρίσκουσι γνῶσιν ὀρθὰ πάντα καὶ ἀδιάβλητα. ἵνα δὲ αὐτοὺς ἐλέγξῃ, ὁ ἀπόστολός φησι· »πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος τὰ ⟨πρὸς θεὸν⟩ ὑπὲρ ἀνθρώπων καθίσταται, εἰς τὸ προσφέρειν δῶρα καὶ θυσίας( . . διὰ τοῦτο καὶ αὐτὸς ὁ μονογενής, ἐπειδὴ ὑπὲρ ἀνθρώπων ἀρχιερεὺς ἦλθε γενέσθαι, ἔλαβεν ἐξ ἡμῶν τὴν σάρκα, ἴνα ὑπὲρ ἡμῶν ὁ ἀφ' ἡμῶν γενόμενος προσφορὰ τῷ ἰδίῳ πατρὶ θεῷ τοὺς μαθητὰς »ἀδελφοὺς καλέσῃ«. ποῦ οὐν τὸ γενόμενος πληροῦται; οὐχ ἄλλοθεν, ἀλλὰ πρὸς τοῦ άρχιερέως. »δέξασθε, γάρ ⟨φησιν⟩ ,τὸν ἀρχιερέα πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν.