Ancient Greek
Chapter 44
Epiphanius, Ancoratus 44.1
Not analysed yet
44. Ἀλλὰ καὶ φύσει καὶ παρὰ τοῖς ἑρμηνευταῖς οὐχ οὕτως ἐκδέδοται ἡ λέξις. Ἀκύλας μὲν γάρ φησι κύριος ἐκτήσατό με«, ἐπειδήπερ ἐν τῷ Ἑβραϊκῷ λέγει »ἀδωναὶ κανανί· ὅπερ τοῦτο ἑρμηνεύεται ὅπερ εἰρήκαμεν. καὶ ἡμεῖς δὲ κατὰ τὴν συνήθειαν λέγομεν περὶ τῶν γεννωμένων »ἐκτήσατο τέκνα«.