Ancient Greek · ~2 min
Chapter 44
Epiphanius, Ancoratus 44.2
Not analysed yet
ἀλλ’ οὐδὲ οὕτω τὴν δύναμιν τῆς ἑρμηνείας ἐσφράγισε. τὸ γὰρ ἀδωναῒ κανανὶ καὶ οὑτω δύναται ἑρμηνεύεσθαι κύριος ἐνόσσευσέ με«. καὶ διὰ τοῦτο ὁ Πέτρος σαφῶς διαγορεύει λέγων τοῦτον τὸν Ἰησοῦν, ὂν ὑμεῖς ἐσταυρώσατε«. οὐκ εἶπε τὸν ἄνωθεν θεὸν Λόγον, ἀλλὰ τοῦτον τὸν Ἰησοῦν‘ ⟩τὴν σάρκα τὴν σὺν τῷ ἄνωθεν Λόγῳ ἐν γαστρὶ Μαρίας συνειλημμένην, τοῦτον δὲ λεγομένην διὰ τὸν ἀπὸ Μαρίας κυριακὸν ἄνθρωπον.